κη′.
Πλάτωνι.
(2)
εἰ δὲ καὶ σοὶ νῦν, καὶ τὰ οἴκοι Ἀθήνησι πάντα κατὰ θεὸν ἔχει. ἐπίστελλε δὲ ἡμῖν καὶ πάλιν σὺ ὅπως διάκεισαι τοῦ σώματος, ὡς τά γε τῆς ψυχῆς ἑκάστοτε ἴσμεν ὑγιᾶ διά τε φρόνησιν καὶ ἀρετήν. καὶ εἴ του δέοιο τῶν σῶν, γράφε ἡμῖν· τὰ γὰρ ἐμά. ὦ Πλάτων, σά φημι εἶναι δίκῃ ἁπάσῃ, ὥσπερ καὶ Σωκράτους ἦν. σημανεῖς δ’ ἡμῖν περὶ τῶν ἐγχωρίων θεαμάτων καὶ τῆς περὶ ταῦτα μεγαλουργίας, τομάς τε λίθων εἰς ἄπλετόν τι μέγεθος ἐγηγερμένας καὶ ἐργασίας αὐτῶν ἀνδρεικέλους τε καὶ εἰς τὰ ἄλλα ζῷα ἀπεσχηματισμένας τέχνῃ τε παλαιᾷ καὶ οὐκ εἰς τὸν τρόπον τὸν Ἑλληνικόν, καὶ ἃ τῶν ἄλλων πάλιν τεχνημάτων πολυμόρφων ζῳδίων ἐπιδείκνυται τὴν ἰδίαν φύσιν καὶ ἄσκησιν ἀκεκτονοίαν τῆς ἐπινοίας τῆς ἐν τοῖς γενομένοις.(3)
ἄσμενος δ’ ἂν καὶ αὐτὸς τῶν πυραμίδων κατεῖδον τὸ μέγεθος καὶ τὴν Μέμφιν, καὶ αὐτήκοος ἐγενόμην τοῦ ἱεροῦ λόγου καὶ τῆς παγκάλης τοῦ Νείλου θέας αἱ διερχομένου δὲ τὴν Αἴγυπτον καὶ ἐπισχόμενα τῇ πλημμυρίδι κατὰ τὴν ἑτέραν ὥραν καὶ τὴν εἰς τοὔμπαλιν ἀπόρροιαν αὐτοῦ, ταῦτα γὰρ πάντα εἰς τὸ ἄπιστον λεχθῆναι νομίζω, ἃ παρὰ τοῖς πολλοῖς οὕτω μεγάλα ἐστὶ καὶ ἀξιέραστα τῆς ὄψεως.Epistulae. Socraticorum Epistulae. ed. Rudolf Hercher. Paris. 1873.
Funding provided by Center for Hellenic Studies.