74.
Ξενοκράτης εἴ ποτε σταμνίον οἴνου ἀνοίξειεν, οὐ ἔφθανεν ὁ οἶνος τρεπόμενος πρὶν ἀναλωθῆναι· καὶ τὰ ὄψα δὲ πολλάκις ἕωλα ἐξέῤῥιπτεν. Ἔνθεν καὶ ἡ παροιμία τὸ Ξενοκράτους τυρίον ἐπὶ τῶν ἐπὶ πολὺ παραμενόντων καὶ μὴ τάχιστα ἀναλισκομένων.Fragmenta. Xenocrates of Chalcedon. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.