7.
Θεὸν ᵃ δὲ εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας πυρώδεις ὀλυμπίους θεούς, καὶ ἑτέρους ὑποσελήνους δαίμονας ἀοράτους ᵇ. Ἀρέσκει δὲ καὶ αὐτῷ πλὴν τούτων φύσεις τινὰς ὑπάρχειν ἐν τῷ περιέχοντι καὶ ἐνδιοικεῖν ᶜ τοῖς ὑλικοῖς στοιχείοις. Τούτων δὲ τὴν μὲν δι’ ἀέρος διήκουσαν Ἥραν προσαγορεύει ᵈ, τὴν δὲ διὰ τοῦ ὑγροῦ Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητρα ᵉ.Fragmenta. Xenocrates of Chalcedon. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.