64.
Ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ περὶ φρονήσεως, τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι· τὴν φρόνησιν ἡγούμενος διττήν· τὴν μὲν πρακτικήν· τὴν δὲ θεωρητικήν· ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην· διόπερ ἡ μὲν σοφία φρόνησις· οὐ μὴν πᾶσα φρόνησις σοφία.Fragmenta. Xenocrates of Chalcedon. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.