45.
Μετὰ δὲ ταῦτα διελέγχει τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, οὐ πρὸς τοὔνομα τοῦ ἀριθμοῦ μαχόμενος, ὥς φησιν Ἀνδρόνικος καὶ Πορφύριος, ἀλλὰ καὶ πάνυ τὴν διάνοιαν ἐπιζητῶν τὴν Ξενοκράτους, ὡς δῆλόν ἐστιν ἐκ τῶν περὶ Φύσεως αὐτῷ γεγραμμένων· ἐν οἷς ἂν δόξειε, μοναδικὸν ποιεῖν ἀριθμὸν τὴν ψυχὴν ὁ Ξενοκράτης· τοῦτον γὰρ τὸν λόγον φησὶ πολὺ τῶν εἰρημένων ἀλογώτατον εἶναι.Fragmenta. Xenocrates of Chalcedon. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.