38.
Ξενοκράτης ὁ τούτου διάδοχος ἀπ’ ἀμφοτέρων ὁρίζεται τὴν ψυχήν, εἰπὼν αὐτὴν ἀριθμὸν κινοῦντα ἑαυτόν· διὰ μὲν τὸ γνωστικὴν εἶναι αὐτὴν τῶν ὄντων, ἀριθμὸν εἰπὼν ὡς Πυθαγόρας· ἀρχὴ γὰρ πάντων ἀριθμὸς κατὰ αὐτούς· διὰ δὲ τὸ κινητικὴν εἶναι τὸ αὐτοκίνητον ἀναθεὶς αὐτῇ· ἀρχὴ γὰρ καὶ πηγὴ πάσης κινήσεως κατ’ αὐτοὺς τὸ αὐτοκίνητον.Fragmenta. Xenocrates of Chalcedon. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.