26.
Ἔνθεν ὁ Ξενοκράτης ἀνῄρει τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν· αὐτὸς γοῦν πολλαχῶς συγχωρήσας τούτῳ ἀληθεῖ ὄντι, ὅμως ἐπελύσατο μοναχῶς τὴν ἀπορίαν, ἐν οἷς καὶ τοῦτό φησιν ὅτι τῶν μεγεθῶν ἡ τομὴ δυνάμει μέν ἐστιν ἐπ’ ἄπειρον, ἐνεργείᾳ δ’ οὔ, ἀδύνατον γὰρ ἐνεργείᾳ γενέσθαι τὸ ἄπειρον· ὥστε καὶ ἡ κίνησις δυνάμει μὲν δι’ ἀπείρων ἐλεύσεται, ἐνεργείᾳ δὲ διὰ πεπερασμένων· οὐδὲ γὰρ κατὰ σημεῖον γίνεται ἡ κίνησις, ἀλλὰ κατὰ μέγεθος ὡρισμένον. Διχοτομίαν δὲ ἐκάλεσε τὴν Ζήνωνος ἐπιχείρησιν, καὶ δῆλον διὰ τί· διότι τῷ ληφθὲν μέγεθος δίχα τέμνειν, οὕτως ἐποιεῖτο τὴν κατασκευήν.Fragmenta. Xenocrates of Chalcedon. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.