10.
Παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μέν, ὁ Πλάτωνος ἑταῖρος, ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας τὸ ἰσόπλευρον, θνητῷ δὲ τὸ σκαληνόν, τὸ δ’ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γάρ, ἴσον πάντη· τὸ δ’, ἄνισον πάντῃ· τὸ δέ, πὴ μὲν ἴσον, πὴ δ’ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν.Fragmenta. Xenocrates of Chalcedon. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.