οὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱπποκράτεα,
οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι. Καὶ γὰρ
Δαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶ
ὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖς
ἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισιν
διδοῖ. Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον.
Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ’ οἱ θεοὶ ἀμελήσουσιν
ἁμέων.
Epistulae, Decretum, Orationes. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.