ἀνθρώπων οὐ παντάπασιν ἐπαινέουσι, θεοῖσι δὲ πολλάκις προσαρτῶσιν·
ἢν δέ τι ἡ φύσις ἀντιπρήξασα ἀπολέσῃ τὸν θεραπευόμενον,
ἰητροὺς καταμέμφονται παρέντες τὸ θεῖον. Καὶ ἔγωγε δοκέω
πλείονα μεμψιμοιρίην ἢ τιμὴν κεκληρῶσθαι τὴν τέχνην. Ἐγὼ μὲν
γὰρ ἰητρικῆς ἐς τέλος οὐκ ἀφϊγμαι, καί περ ἤδη γηραλέος καθεστώς·
οὐδὲ γὰρ ὁ τῆσδε εὑρέτης Ἀσκληπιὸς, ἀλλὰ καὶ αὐτὸς ἐν πολλοῖς
διεφώνησε, καθάπερ ἡμῖν αἱ τῶν ξυγγραφέων βίβλοι παραδεδώκασιν.
Ἡ μὲν οὖν ὑπὸ σέο ἐπισταλεῖσα ἡμϊν ἐπιστολὴ κατεμέμφετο
περὶ τῆς φαρμακείης τοῦ ἐλλεβόρου. Εἰσήχθην μὲν οὖν, ὦ Δημόκριτε,
ὡς μεμηνότα ἐλλεβοριῶν, οὐ καταμαντευσάμενος ὅστις ποτ’ εἴης·
ὡς δ’ ἐντυχὼν ἔγνων, οὐ μὰ Δία παραφρονήσιος ἔργον, ἀλλὰ σχεδὸν
ἀποδοχῆς πάσης, κάρτα σὴν φύσιν ἐπῄνεσα, ἄριστόν τε φύσιος
ἑρμηνευτὴν καὶ κόσμου ἔκρινα· τοὺς δὲ εἰσαγαγόντας με ἐμεμψάμην
ὡς μεμηνότας, φαρμακείης γὰρ αὐτοὶ ἔχρῃζον. Ἔπειδὴ τοίνυν τὸ
αὐτόματον ἡμέας εἰς τὸ αὐτὸ ξυνήγαγεν, ὀρθῶς ποιήσεις ἐπιστέλλων
ἠμῖν πυκνότερον καὶ μεταδιδοὺς τῶν ὑπὸ σέο γραφομένων ξυνταγμάτων· ἀπέσταλκα δέ σοι καὶ αὐτὸς τὸν περὶ τοῦ ἐλλεβορισμοῦ λόγον.
Ἔῤῥωσο.
Epistulae, Decretum, Orationes. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.