ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ.
περὶ τῶν γεγραμμένων ὀρθῶς· ὁ γὰρ γνοὺς καὶ χρεόμενος
τούτοισιν οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι κατὰ τὴν τέχνην. Δεῖ
δὴ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρῶν ἀκριβῶς καὶ τῶν νούσων
ἑκάστης· ὅ τι ἀγαθὸν, καὶ ὅ τι κινδυνῶδες, ἢ ἐν τῇ καταστάσει,
ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον· μακρὸν,
ὅ τι περιεστικόν· ὀξὺ, ὅ τι θανάσιμον· ὀξὺ, ὅ τὶ περιεστικὸν. Τάξιν
τῶν κρισίμων ἐκ τουτέων σκοπεῖσθαι, καὶ τὸ προλέγειν ἐκ τούτων
εὐπορέεται· ἔτι δὲ ἀπὸ τούτων ἔστιν οὓς, ὅτε καὶ ὡς δεῖ διαιτῇν.
De diebus criticis. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.