ἔχον λευκόν τε καὶ λεῖον, χρονιώτερα καὶ ἧσσον ἀσφαλῆ ταῦτ’ ἐστὶ
τοῦ βελτίστου οὔρου. Ἐὰν πυῤῥὸν καὶ λεπτὸν ᾖ τὸ οὖρον πολὺν
χρόνον, κίνδυνος μὴ οὐ δύνηται διαρκέσαι ὁ ἄνθρωπος, ἕως ἂν
πεπανθῇ τὸ οὖρον· καὶ ἢν ἄλλως περιεσομένου σημεῖα ᾖ, προσδέχου
τουτέοις ἀπόστασιν προσεσομένην ἐς τὰ κάτω τῶν φρενῶν
χωρία.
De crisibus. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.