τῷ πυρετῷ κρίσιν γενέσθαι διὰ τὰ οὖρα τὰ ἀποχωρέοντα
ἢ καὶ τὰ διαχωρήματα κοιλίης, ἢ αἵματος ἐκ τῶν ῥινέων ῥύσιν, ἢ
οὔρησιν πολλὴν, ἢ διαῤῥοίην ἰσχυρὴν, ἢ ἱδρῶτα, ἢ ἔμετον, γυναικὶ
δὲ καὶ ἐπιμηνίων ὁδόν· μάλιστα μὲν οὖν ταῦτα ποιέει κρίσιν, ἢ
ὅ τι ἂν τουτέων ἐγγὺς γίνηται· ποιέει δὲ καὶ ἕτερα κρίσεις, ἧττον
μὲν τουτέων.
De crisibus. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.