ΠΕΡΙ ΚΡΙΣΙΩΝ.
ἐστὶν, ἅπερ ἐς ὑγίην σημεῖα. Ἱδρῶτες γὰρ ἄριστοί εἰσιν καὶ τάχιστα
πυρετὸν παύοντες οἱ ἐν τῇσι κρισίμῃσιν ἡμέρῃσι γινόμενοι καὶ τελέως
τὸν πυρετὸν ἀπαλλάσσοντες· ἀγαθοὶ δὲ καὶ ὅσοι διὰ παντὸς τοῦ
σώματος γενόμενοι εὐπετεστέρως τὸ νόσημα φέρειν ποιήσουσιν· οἳ
δ’ ἂν τουτέων τι μὴ ἐργάσωνται, οὐ λυσιτελέσουσι γινόμενοι.
De crisibus. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.