οὐκ ἀκαίρως χρήσεται, ποιήσει δὲ ὑπουργίην τὸ προσταχθέν·
ἐκλέγεσθαι δὲ αὐτέων ἤδη τοὺς ἐς τὰ τῆς τέχνης εἰλημμένους,
προσδοῦναί τι τῶν ἐς τὸ χρέος, ἢ ἀσφαλέως προσενεγκεῖν·
ὅκως τε ἐν διαστήμασι μηδὲν λανθάνῃ σε· ἐπιτροπὴν δὲ τοῖσιν ἰδιώτῃσι
μηδέποτε διδοὺς περὶ μηδενός· εἰ δὲ μὴ, τὸ κακῶς πρηχθὲν εἰς
σὲ χωρῆσαι τὸν ψόγον ἐᾷ· μήποτ’ ἀμφιβόλως ἔχῃ, ἐξ ὧν τὸ μεθοδευθὲν
χωρήσει, καὶ οὐ σοὶ τὸν. ψόγον περιάψει, καὶ τευχθὲν δὲ πρὸς τὸ
κλέος ἔσται· πρόλεγε οὖν ταῦτα πάντα ἐπὶ τῶν ποιευμένων, οἷς
καὶ τὸ ἐπεγνῶσθαι πρόκειται.
De habitu decenti. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.