θεραπευόμενον [δεῖ]· μέγιστα δὲ ὠφελεῖ δύο ταῦτα, οἷς ἐστι χρηστἔον,
πιέσαι ὅκου δεῖ καὶ ἀνειμένως ἐπιδῆσαι· πρὸς δὲ τοὺς χρονοὺς τῆς ὥρης, πότε δεῖ σκεπαστικῶς καὶ μὴ, συνορῇν, ὅκως μηδὲ [τὸν]
ἀσθενῆ λελήθῃ, ὡς ποτέρῳ τούτων ἐνιαχοῦ χρηστέον· εὐρύθμους δὲ
ἐπιδεσίας καὶ θεητρικὰς μηδὲν ὠφελούσας ἀπογινώσκειν· φορτικὸν
γὰρ τὸ τοιοῦτον καὶ παντελῶς ἀλαζονικὸν, πολλάκις τε βλάβην
οἶσον τῷ θεραπευομένῳ· ζητεῖ δὲ ὁ νοσέων οὐ καλλωπισμὸν, ἀλλὰ
τὸ συμφέρον.
De medico. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.