βάθος· ταῦτα δ’ ἔστι τὰ συριγγώδη καὶ ὅσα ὕπουλά ἐστι, καὶ ἔνδοθεν
κεκοιλασμένα· ἡ δ’ ἑτέρη εἰς ὕψος, τὰ ὑπερσαρκεῦντα· τρίτη δέ
ἐστιν εἰς πλάτος· ταῦτα δέ ἐστι τὰ καλεόμενα ἑρπηστικά· τετάρτη
ὁδός ἐστιν [ἐς ξύμφυσιν]· αὕτη δὲ μόνη κατὰ φύσιν εἶναι δοκέει
κίνησις. Αὗται μὲν οὖν ξυμφοραὶ τοιαῦται σαρκός εἰσι· πᾶσαι δὲ
κοιναὶ τοῦ ξυμφύοντος· καὶ τὰ μὲν τούτων ἐν ἑτέροις σημεῖα δεδήλωται,
καὶ ᾗ χρηστέον ἐστὶν ἐπιμελείᾳ· δι’ ὧν δὲ τὸ ξυμφυόμενον διελεύσεται, καὶ τὸ πληρεύμενον, ἢ κοῖλον γενόμενον, ἢ τὴν εἰς
πλάτος πορείαν ποιούμενον, προσηκόντως περὶ τουτέων ἐν ἄλλοις
εἴρηται.
De medico. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.