ἐς αἰδοῖα, ἐς μηροὺς, πόδας, κνήμας, ἐς χεῖρας· ἄλλ’ ἐς βραχίονας,
τὰ μὲν ἐς σάρκας, τὰ δὲ παρὰ τὴν περόνην ἐς τὸν μέγαν δάκτυλον·
τὰ δ’ ἐκ τῶν σαρκῶν ἐπὶ τοὺς ἄλλους δακτύλους· ἄλλ’ ἐς ὠμοπλάτην,
στῆθος, γαστέρα, ὀστέοισι, συνδέσμοισιν· ἀπὸ δὲ αἰδοίου παρ’ ἀρχὸν,
κοτυληδόνα· τὸ μὲν ἄνωθεν μηροῦ, τὸ δὲ κάτωθεν ἐπὶ τὰ γούνατα,
ἐντεῦθεν γούνατι ξυνταθὲν, ἐπὶ τένοντα, πτέρναν, πόδας· τὸ δὲ ἐς
περόνην· ἄλλα δ’ ἐς τοὺς νεφρούς.
De natura ossium. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.