βώλιον πρὸς ἀκόνην τρίψας, ἔπειτα τὸ βλέφαρον ἀποτρίψας αὐτέου,
καὶ τότε τὴν φολίδα τοῦ χαλκοῦ τρίβειν ὡς λεπτοτάτην· ἔπειτα
χυλὸν ὄμφακος διηθημένον παραχέας καὶ τρίψας λεῖον, τὸ δὲ λοιπὸν
ἐν χαλκῷ ἐρυθρῷ παραχέων, κατ’ ὀλίγον ἀνατίρβειν, ἕως ἂν
πάχος γένηται ὡς μυττωτός· ἔπειτα, ἐπειδὰν ξηρανθῇ, τρίψας
λεῖον χρῆσθαι.
De visu. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.