ξυμβολῇ τῶν ὑμένων, πλὴν οὐ κάρτα ἔθρωσκεν ὑπὸ ἀσθενείης· ἀλλ’
ἀνοίγεται μὲν ἐς πνεύμονα, ὡς αἷμα παρασχεῖν αὐτῷ εἰς τὴν τροφὴν,
κλείεται δὲ ἐς τὴν καρδίην οὐχ ἁρμῷ, ὅκως ἐσίῃ μὲν ὁ ἠὴρ, οὐ πάνυ δὲ πουλύς· ἀσθενὲς γὰρ ἐνταῦθα τὸ θερμὸν, δυναστευόμενον
κρήματι ψυχροῦ· τὸ αἷμα γὰρ οὐκ ἐστὶ τῇ φύσει θερμὸν, οὐδὲ γὰρ
ἄλλο τι ὕδωρ, ἀλλὰ θερμαίνεται· δοκέει δὲ τοῖσι πολλοῖσι φύσει
θερμόν. Περὶ δὲ καρδίης τοιαῦτα εἰρήσθω.
De corde. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.