ΠΕΡΙ ΚΑΡΔΙΗΣ.
φοινικέα. Καὶ περιβεβλέαται χιτῶνα λεῖον· καὶ ἔστιν ἐν αὐτέῳ
ὑγρὸν σμικρὸν ὁποῖον οὖρον, ὥστε δόξεις ἐν κύστει τὴν καρδίην
ἀναστρέφεσθαι· γεγένηται δὲ τούτου ἕνεκα, ὅκως ἅλληται
ῥωσκομένως ἐν φυλακῇ· ἔχει δὲ τὸ ὕγρασμα ὁκόσον μάλιστα καὶ
πυρευμένῃ ἄκος. Τοῦτο δὲ τὸ ὑγρὸν διοῤῥοῖ ἡ καρδίη πίνουσα,
ἀναλαμβανομένη καὶ ἀναλίσκουσα, λάπτουσα τοῦ πνεύμονος τὸ
ποτόν.
De corde. Hippocrates. ed. Émile Littré. Paris. 1861.
Funding provided by Andrew W. Mellon Foundation.