πάντα καὶ ὁρῇν καὶ ἀκούειν καὶ εἰδέναι πάντα ἐόντα τε καὶ ἐσόμενα·
τοῦτο οὖν τὸ πλεῖστον, ὅτε ἐταράχθη πάντα, ἐξεχώρησεν εἰς τὴν
ἀνωτάτω περιφορήν· καὶ ὀνομῆναί μοι αὐτὸ δοκέουσιν οἱ παλαιοὶ
αἰθέρα. Ἡ δευτέρα μοῖρα κάτωθεν, αὐτὴ καλέεται μὲν γῆ, ψυχρὸν
καὶ ξηρὸν καὶ πουλὺ κινοῦν· καὶ ἐν τουτέῳ ἔνι δὴ πουλὺ τοῦ θερμοῦ.
Ἡ δὲ τρίτη μοῖρα ἡ τοῦ ἠέρος μέσον χωρίον εἴληφε θερμόν τι ἂν
καὶ ὑγρόν. Ἡ δὲ τετάρτη ἡ τοῦ ἐγγυτάτω πρὸς τῇ γῇ ὑγρότατόν τε
καὶ παχύτατον.
De carnibus. Hippocrates. ed. Émile Littré. Paris. 1853.
Funding provided by Andrew W. Mellon Foundation.