τὴν πλεονεξίην τοῦ ἄλλου σώματος. Μαρτύριον τῇσι γυναιξὶν, ᾗσιν
ἀφαιρεῖται νούσῳ ἢ ἄλλῃ τινὶ ξυμφορᾷ μαζός· καὶ ἡ φωνὴ θρασεῖα,
καὶ ὑγρὰ εἰς στόμαχον, καὶ πτυελίζουσι, καὶ τὴν κεφαλὴν ἀλγέουσι,
καὶ ἀπὸ τῶνδε νοσέουσιν· ἰὸν γὰρ ἀπὸ τῆς μήτρης καὶ ἐπιῤῥέον τὸ
γάλα, ὥσπερ μεθίει καὶ ἔμπροσθεν ἐς τὰ ἄνω τεύχεα, τὰ οἰκεῖᾳ οὐκ
ἔχον τεύχεα, συντυγχάνει τοῖσι κυρίοις τοῦ σώματος, καρδίῃ, πνούμονι,
καὶ ἀποπνίγονται.
De glandulis. Hippocrates. ed. Émile Littré. Paris. 1853.
Funding provided by Andrew W. Mellon Foundation.