ἀδένι· ἐγκέφαλος γὰρ καὶ λευκὸς καὶ ψαφαρὸς, ὅκως περ καὶ ἀδένες,
καὶ ταὐτὰ ἀγαθὰ τῇσιν ἀδέσι ποιεῖ τὴν κεφαλὴν ἐοῦσαν, διὰ τὰ εἰρημένα
μοι, τιμωρέων ὁ ἐγκέφαλος ἀποστερέει τὴν ὑγρασίην, καὶ ἐπὶ
τὰς ἐσχατιὰς ἔξω ἀποστέλλει τὸ πλέον ἀπὸ τῶν ῥοῶν. Μείζων δ’ ὁ
ἐγκέφαλος τῶν ἄλλων ἀδένων, καὶ αἱ τρίχες μείζους ἢ αἱ ἄλλαι τρίχες·
μείζων τε γὰρ ὁ ἐγκέφαλος καὶ ἐν εὐρυχωρίῃ κέεται τῇ
κεφαλῇ.
De glandulis. Hippocrates. ed. Émile Littré. Paris. 1853.
Funding provided by Andrew W. Mellon Foundation.