ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δὲ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ λελουμένος
καὶ σιτηθεὶς τὰ ξύμφορα· καὶ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ
ἔλθῃ τοῦ πρώτου χρόνου πρὸς τὸν ἄνδρα, ἀλλ’ ἡσυχαζέτω· γνώσεται
δὲ ἢν μὲν ὁ ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος·
ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν ἐς τὰ αἰδοῖα καὶ γένηται
ὑγρὴ, πάλιν ξυμμιγέσθω μέχρις ἂν συλλάβῃ.
De superfoetatione. Hippocrates. ed. Émile Littré. Paris. 1853.
Funding provided by Andrew W. Mellon Foundation.