καὶ μὴ εὐπόρως ἐξέλθῃ, ἀλλὰ ξὺν πόνῳ καὶ μηχανῇσιν ἰητροῦ, ταῦτα
τὰ παιδία ἀρτίζωα. Τουτέων οὐ χρὴ τὸν ὀμφαλὸν ἀποτάμνειν, πρὶν
ἂν οὐρήσῃ, ἢ πτάρῃ, ἢ φωνήσῃ, ἀλλὰ ἐᾷν, προσχωρῆσαι δὲ τὴν
γυναῖκα ὡς ἐγγυτάτω τοῦ παιδίου, καὶ ἢν διψῇ, πινέτω μελίκρητον.
Καὶ ἢν ὁ ὀμφαλὸς ἐμφυσῆται ὥσπερ στόμαχος, κινηθήσεται, ἢ
πταρεῖ τε τὸ παιδίον καὶ φωνὴν ῥήξει, καὶ τότε ἀποτάμνειν ἀναπνέοντος
τοῦ παιδίου. Ἢν δὲ μὴ φυσῆται ὁ ὀμφαλὸς μηδὲ κινῆται,
χρόνου ἐγγενομένου, οὐ βιώσεται.
De superfoetatione. Hippocrates. ed. Émile Littré. Paris. 1853.
Funding provided by Andrew W. Mellon Foundation.