οἴνῳ, τὸν οἶνον διδόναι πίνειν, καὶ ὑποθυμιῇν ὅσα ξηραίνει καὶ
προστιθέναι. Ἢν ῥοῦς ἐγγένηται, τῶν πράσων ὅσον δεσμίδα τρίψας
ἐν οἴνῳ, δίδου πίνειν, καὶ τοῖσι ξηροῖσι καὶ τοῖσι στρυφνοῖσι
χρήσθω. Ἢν ῥοῦς ἐγγένηται, ἡμιονίδα κατακαύσας, καὶ κόψας
λείην, διασήσας τε, διεὶς οἴνῳ, πίπισκε· τοῖσι δὲ ἄλλοισι τὸν αὐτὸν τρόπον χρῶ. Ἢν ῥοῦς ἐγγένηται, καὶ πολυχρόνιος ἤδη ᾖ, σπόγγον
κατακαύσας καὶ τρίψας λεῖον, οἴνῳ διεὶς εὐώδει, πῖσον, καὶ ὑποθυμιήσας
ξήραινε, καὶ προστίθει ὅ τι ἂν ἀποστύφῃ.
De natura muliebri. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.