ἐγχέαι ἐς τὰ αἰδοῖα, καὶ ἐπὴν οὗτος θερμὸς γένηται, ἕτερον ἐγχεῖν·
ἢν δὲ μὴ ᾖ, σχίνου ἢ ῥάμνου ἢ τεύτλου. Ἕτερον· κολοκύντης χυλὸν
ἐκπιέσας ἔγχεον, καὶ αὐτῆς τὸ ἐν μέσῳ τὸ ἁπαλώτατον περιξύσας
μακρὸν ἔνθες. Ὕστερον ὕδατι ψιμύθιον τρίβων, ἐν εἰρίῳ ἀνασπογγίζων,
πρόσθες· ἢν δὲ φρίσσῃ, ἀφαιρέειν. Ἢν γυνὴ ἀσθενέῃ ἀπὸ
ὑστερέων, καὶ χολαὶ αὐτὴν πνίγωσι, καὶ δέῃ αὐτὴν καθῆραι κούφως καὶ τῆς ὀδύνης παῦσαι, πευκεδάνου ὀπὸν ὅσον τρεῖς κυάθους δίδου
πίνειν.
De natura muliebri. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.