θέλῃς ποιῆσαι, σκέψασθαι χρὴ ἐν τοῖσι καταμηνίοισιν, ἤν τε χολώδης,
ἤν τε φλεγματώδης ᾖ. Γνώσῃ δὲ τῷδε· πρότερον ψάμμον ἐμβαλὼν
ἐς τὸν ἥλιον λεπτὴν, ξηρὴν, ὁκόταν τὰ καταμήνια γένηται, ἐν τῷ ἡλίῳ, ἀποχέας τοῦ αἵματος, ἔα ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης
ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν
δὲ φλεγματώδης, οἷον μύξα. Τουτέων οὖν ὁκότερον ἂν ᾖ, καθήρας
τὴν κοιλίην, ἤν τε ἄνω ἤν τε κάτω δοκέῃ σοι δεῖσθαι, εἶτα διαλιπὼν
ἡμέρας ὀλίγας, τὰς ὑστέρας καθαίρειν.
De natura muliebri. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.