καὶ ἐρηριγμένας, ἐν ἐλαίῳ δεύσας, ὑποθυμία. Ἐλάφου
κέρας καὶ ἐλαίας τὰς μήπω ἐχούσας ἔλαιον, ὁμοῦ λεῖα μίξας, θυμία.
Ῥοῦν τὴν ἐρυθρὴν καὶ ἄλφιτα πεφωσμένα ἐλαίῳ δεύσας, ὑποθυμία. Ἄλφιτον καὶ βόλβιτον καὶ ἄχυρα ἐλαίῳ δεύσας, ὑποθυμία. Λωτοῦ
πρίσματα καὶ ῥοῦ φύλλα καὶ κυπαρίσσου ξηρῆς πρίσματα οἴνῳ δεύσας
μέλανι αὐστηρῷ, ὑποθυμιῇν. Χαλβάνην, μάννην, ῥητίνην μύρῳ
δεύσας, ὑποθυμιῇν. Ἀἰγὸς κέρας καὶ κηκίδα καὶ στέαρ ὑὸς κεδρίῃ
δεύσας, ὑποθυμία. Ὄνων τὴν ἐπὶ τῷ ποδὶ γῆν ξύσας καὶ ὀνίδας
οἴνῳ μέλανι δεύσας, ὑποθυμιῇν.
De natura muliebri. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.