χολῆς μελαίνης· γίνεται δὲ ἀπὸ λαχανοφαγίης τρωξίμων πολλῶν
καὶ ὑδροποσίης. Πάσχει οὖν τάδε· ὁκόταν τὸ νούσημα λάβῃ,
ἀλγέει τὸν σπλῆνα σφόδρα, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ
ἀσιτίη ἔχει αὐτὸν, τό τε γυῖον ξυμπίπτει ταχέως· ὁ δὲ σπλὴν μέγας
μὲν πάνυ οὐ γίνεται, σκληρὸς δὲ, καὶ παραπίπτει παρὰ τὰ
σπλάγχνα καὶ μυζέει προσκείμενος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν
αὐτοῖσιν ἰῆσθαι καὶ φαρμάκοισι καὶ βρωτοῖσι καὶ πότοισι καὶ
ταλαιπωρίῃσιν, οἷσιν ἂν καὶ τοὺς πρόσθεν, καὶ ἤν σοι παρέξῃ, καῦσαι
τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. Αὕτη ἡ νοῦσος τοῖσι
πολλοῖσιν, ἢν παραχρῆμα μελετηθῇ, ἐν τάχει ἐξέρχεται.
De affectionibus interioribus. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.