οὐδὲ διαστρέφει· αἵ τε γὰρ φλέβες εἰσὶ κοῖλαι καὶ αἵματος μεσταὶ
θερμοῦ, ἃ οὐδὲ δύναται ἐπικρατῆσαι τὸ φλέγμα, οὐδ’ ἀποψῦξαι
τὸ αἷμα, ὥστε καὶ πῆξαι, ἀλλ’ αὐτὸ κρατέεται καὶ καταμίγνυται
τῷ αἵματι ταχέως· καὶ οὕτω παραδέχονται αἱ φλέβες τὸν ἠέρα, καὶ
τὸ φρόνημα γίνεται, τά τε σημήϊα τὸ προειρημένα ἧσσον ἐπιλαμβάνει διὰ τὴν ἰσχύν. Τοῖσι δὲ πρεσβυτάτοισιν ὁκόταν ἐπιγένηται τοῦτο
τὸ νούσημα, διὰ τοῦτο ἀποκτείνει ἢ παράπληκτον ποιέει, ὅτι αἱ φλέβες
κεκένωνται καὶ τὸ αἷμα ὀλίγον τέ ἐστι καὶ λεπτὸν καὶ ὑδαρές.
Ἢν μὲν οὖν πολὺ παταῤῥυῇ καὶ χειμῶνος ἔῃ καιρὸς, ἀποκτείνει·
ἀπέπνιξε γὰρ τὰς ἀναπνοὰς καὶ ἀπέπηξε τὸ αἷμα, ἢν ἐπ’ ἀμφότερα
ὁ κατάῤῥοος γένηται· ἢν δὲ ἐπὶ θάτερα μοῦνον, παράπληκτον ποιέει·
οὐ γὰρ δύναται τὸ αἷμα ἐπικρατῆσαι τοῦ φλέγματος λεπτὸν ἐὸν καὶ
ψυχρὸν καὶ ὀλίγον, ἀλλ’ αὐτὸ κρατηθὲν ἐπάγη, ὥστε ἀκρατέα εἶναι
ἐκεῖνα καθ’ ἃ τὸ αἷμα διεφθάρη.
De morbo sacro. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.