ῥεύσῃ, ἴνησις γίνεται κάτω, ἔστι δ’ ὅτε καὶ ἄνω· τούτῳ ἢν μὲν
ὀδύνη ἐνῇ ἐν τῇ γαστρὶ, ὑπεξάγειν πρῶτον φαρμάκῳ ἢ χυλῷ, ἔπειτα
φαρμάκῳ ἰσχητηρίῳ χρῆσθαι, τοῖσι δὲ σιτίοισι διαχωρητικοῖσιν
ἕως ἂν ἡ ὀδύνη ἔχῃ· ἐπὴν δὲ παύσηται ἡ ὀδύνη, καὶ τοῖσι σιτίοισιν
ἰσχητηρίοισι χρῆσθαι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὴν πολλὰς ἡμέρας
ἴνησις ἔχῃ, ἰᾶσθαι· ἢν δὲ ἀσθενὴς ᾖ καὶ μὴ δύνηται προσφέρεσθαι
ὑπὸ ἀσθενείης, κλύζειν πρῶτον μὲν χρὴ χυλῷ πτισάνης, ἔπειτα ἐπὴν
τούτῳ καθήρῃς, τῶν στυφόντων τινί.
De locis in homine. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.