τὸ ποτὸν διδόναι, ἀλλὰ μετὰ τὸ σιτίον, διαλιπὼν πουλὺν χρόνον· καὶ
οὕτω μὲν ξηρὴ ἡ ἰκμὰς ἀπὸ ξηρῶν τῶν σιτίων γενομένη τὸ σῶμα
ξηραίνει· ἢν δὲ ἅμα τῷ σιτίῳ πίνῃ, νοτερωτέρη ἡ τροφὴ γινομένη
ὑγρότερον τὸ σῶμα ποιέει. Ἄρτος ὁ θερμὸς καὶ τὰ κρέα τὰ θερμὰ
αὐτὰ ἐφ’ ἑωυτῶν ἐσθιόμενα ξηραίνει· ἢν δὲ ξὺν ὑγρῷ διδῷς ἢ ἐπιπίνειν
παραχρῆμα ἐπὶ τῷ σιτίῳ, οὐ ξηραίνει.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.