ἐπιπίνειν δὲ οἶνον εὐώδεα· πρὸ δὲ τῶν σιτίων καὶ ποτῶν ἢ ῥοφημάτων,
ὅ τι ἄν σοι δοκέῃ, τοῖσιν ἀσθενέουσιν ἐσορῶν τὸ σῶμα καὶ τὴν
ψυχὴν προσφέρειν καὶ τὸ σιτίον καὶ τὸ ποτόν· μάλιστα γὰρ ἂν οὕτως
ὠφελέοις.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.