ὑπαρχέτω ταῦτα, ἢν μή τι μέλλῃ τῷ σώματι βλάβος ἔσεσθαι.
Ὁκόταν ἢ σιτίων ἢ ποτῶν προστιθέναι ἄρξῃ ἢ ἀφαιρέειν, κατ’ ὀλίγον
χρὴ καὶ τὰς προσθέσιας ποιέεσθαι καὶ τὰς ἀφαιρέσιας. Ὁκόσοι
σιτία ἱκανὰ οἷοί τέ εἰσι τελέειν, ῥοφήματα μὴ διδόναι· ἀποκλείει γὰρ
τοῦ σιτίου· ὁκόσοι δὲ μὴ οἷοί τε, τούτοισι διδόναι. Ἢν δέ τι διδόναι
θέλῃς κομιδῆς ἕνεκα, διδόναι χόνδρον ἢ πτισάνην πυρίνην· ταῦτα
γὰρ τῶν ῥοφημάτων ἰσχυρότερα· διδόναι δὲ μετὰ δεῖπνον.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.