χρῶνται, ἐκ τούτων χρὴ τῶν παρεόντων χρῆσθαι πρὸς τοὺς νοσέοντας
σκευάζοντα θερμὰ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρά· ἐκ μὲν ψυχρῶν
θερμὰ, ἐκ δὲ θερμῶν μὴ θερμὰ, καὶ ξηρὰ ἐκ μὴ ξηρῶν, καὶ
τὰ λοιπὰ κατὰ τὸν αὐτὸν τρόπον. Ἀπορέειν δὲ οὐ χρὴ, οὐδὲ τοῖσι παρεοῦσι μὲν μὴ δύνασθαι, τὰ ἀπόντα δὲ ζητεῦντα μηδὲν ὠφελέειν
τὸν κάμνοντα οἷόν τε εἶναι· εὑρήσεις δὲ, ἢν ὀρθῶς σκοπέῃς ἔξω τουτέων,
οἷσι πρὸς τὸν νοσέοντα χρῶνται, ὀλίγα.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.