ξυμφέρει λούειν πολλῷ καὶ θερμῷ, καὶ χλιαίνειν· τὸ γὰρ
φλέγμα καὶ ἡ χολὴ ξυνεστηκότα μὲν ἰσχυρά ἐστι, καὶ κρατέει καθ’
ὁκοῖον ἂν τοῦ σώματος στῇ, καὶ πόνον τε καὶ ὀδύνην ἰσχυρὴν παρέχει,
διακεχυμένα δὲ ἀσθενέστερά ἐστι καθ’ ὃ ἂν εὔδηλα ᾖ τοῦ σώματος.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.