ἐπιπονώταταί εἰσι, καὶ δεῖ πρὸς αὐτὰς φυλακῆς τε πλείστης καὶ θεραπείης
ἀκριβεστάτης, καὶ ἀπὸ τοῦ θεραπεύοντος κακὸν μὲν μηδὲν
προσγίνεσθαι, ἀλλ’ ἀρκέειν τὰ ἀπ’ αὐτῶν τῶν νουσημάτων ὑπάρχοντα,
ἀγαθὸν δὲ ὅ τι ἂν οἷός τε ᾖ· καὶ ἢν μὲν, ὀρθῶς θεραπεύοντος
τοῦ ἰητροῦ, ὑπὸ μεγέθεος τῆς νούσου κρατέηται ὁ κάμνων, οὐχὶ τοῦ
ἰητροῦ αὕτη ἡ ἁμαρτίη ἐστίν· ἢν δὲ, μὴ θεραπεύοντος ὀρθῶς ἢ μὴ
γινώσκοντος, ὑπὸ τῆς νούσου κρατέηται, τοῦ ἰητροῦ.
De affectionibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.