τῇσι μήτρῃσιν ἐνεόντος, αὔξονται καὶ αὐτοὶ καὶ κολποῦνται καὶ μάλιστα
οἱ ἔξωθεν· καὶ τὸ αἷμα κατελθὸν ἀπὸ τῆς μητρὸς ὅ τι ἂν ἡ σὰρξ
πνέουσα ἑλκύσῃ καὶ ἡ αὔξησις γένηται καὶ μὴ χρηστὸν ἔῃ, ἐς τοὺς κόλπους
τῶν ὑμένων ἀποκρίνεται· καὶ ὁκόταν κολπωθέωσι καὶ τὸ αἷμα
δέξωνται, τότε δὴ καλέεται χόριον. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.
De natura pueri. Hippocrates. ed. Émile Littré. Paris. 1851.
Funding provided by Andrew W. Mellon Foundation.