πολυπραγμονοῦσαι· τὰ δ’ ἄλλα πάντα συναίτια καὶ μεταίτια, τὸ δὲ
αἴτιον τῶν νούσων ἐὸν τοῦτο ἐπιδέδεικταί μοι. Ὑπεσχόμην δὲ τὸ αἴτιον
τῶν νουσημάτων φράσαι, ἐπέδειξα δὲ τὸ πνεῦμα καὶ ἐν τοῖσιν ἄλλοισι
πρήγμασι δυναστεῦον καὶ ἐν τοῖσι σώμασι τῶν ζώων· ἤγαγον δὲ τὸν λόγον
ἐπὶ τὰ γνώριμα τῶν ἀῤῥωστημάτων, ἐν οἷσιν ἀληθὴς ἡ ὑπόθεσις
ἐφάνη· εἰ γὰρ περὶ πάντων τῶν ἀῤῥωστημάτων λέγοιμι, μακρότερος
μὲν ὁ λόγος ἂν γένοιτο, ἀτρεκέστερος δὲ οὐδαμῶς, οὐδὲ πιστότερος.
De flatibus. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.