διεπύησεν, ἔπειτα δὲ, ἅτε οὐ ταχέως ἐκραγέντων τῶν φυμάτων, πῶροι
ξυνετράφησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῆς φλεβὸς
σὺν τῷ οὔρῳ ἐς τὴν κύστιν. Ὁκόσοισι δὲ μοῦνον αἱματώδεα τὰ οὐρήματα,
τουτέοισι δὲ αἱ φλέβες πεπονήκασιν· ὁκόσοισι δὲ ἐν τῷ οὐρήματι
παχεῖ ἐόντι σαρκία σμικρὰ τριχοειδέα συνεξέρχεται, ταῦτα
δὲ ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα καὶ ἀπὸ ἀρθριτικῶν· ὁκόσοισι
δὲ καθαρὸν τὸ οὖρον ἄλλοτε καὶ ἄλλοτε, ὁκοῖον δὲ πίτυρα ἐπιφέρεται
ἐν τῷ οὐρήματι, τουτέων δὲ ἡ κύστις ψωριᾷ.
De natura hominis. Hippocrates. ed. Émile Littré. Paris. 1849.
Funding provided by Andrew W. Mellon Foundation.