καὶ ἀσθενεστέρη γινομένη, καὶ πνεῦμα μανότερον καὶ λεπτότερον,
ἄνεσιν ἐς τὴν ἐπιοῦσαν σημαίνει. 209. Προσώπου διαφθορὴ,
θανάσιμον· ἧσσον δ᾿ ἢν δι᾿ ἀγρυπνίην, ἢ λιμὸν, ἢ κοιλίης ἐκτάραξιν γένηται· καθίσταται δὲ ἐν ἡμέρῃ καὶ νυκτὶ τὸ διὰ ταῦτα διαφθαρέν·
γένοιτο δ᾿ ἂν τοιοῦτον, ὀφθαλμοὶ κοῖλοι, ῥὶς ὀξεῖα, κρόταφοι συμπεπτωκότες,
ὦτα ψυχρὰ καὶ συνεσταλμένα, δέρμα σκληρὸν, χρῶμα
ὠχρὸν ἢ μέλαν· πελιαινόμενον δὲ ἐπὶ τουτέοισι βλέφαρον, ἢ χεῖλος,
ἢ ῥὶς, συντόμως θανάσιμον. 210. Προσώπου εὔχροια καὶ σκυθρωπότης
ἐν ὀξεῖ, κακόν· μετώπου ξυναγωγὴ ἐπὶ τουτέοισι, φρενιτικόν.
211. Περὶ πρόσωπον εὔχροια καὶ ἱδρῶτες ἀπυρέτοισι, κόπρανα
παλαιὰ ὑπεόντα σημαίνει, ἢ διαίτης ἀταξίην. 212. Τὰ κατὰ
ῥῖνας ἐρυθήματα, κοιλίης ὑγραινομένης σημεῖα· τοῖσι κατὰ τὰ
ὑποχόνδρια ἢ τὸν πλεύμονα πόνοισι [ἢ] ἐμπυομένοισι κακόν.
Coa praesagia. Hippocrates. ed. Émile Littré. Paris. 1846.
Funding provided by Andrew W. Mellon Foundation.