ἐνυπόσαπρον, εἴ τε χολῶδες ἄκρητον, ὀλέθριον εὐθέως. 438. Ἐφ᾿
ἡπατικῷ τῆξις ἅμα βράγχῳ, κακὸν, ἄλλως τε κἢν ὑποβήσσῃ.
439. Οἱ καθ᾿ ἧπαρ ὀδυνώδεες, καρδιαλγικοὶ, καρώδεες, ῥιγώδεες,
κοιλίαι ταραχώδεες, λεπτοὶ, ἀπόσιτοι, ἐφιδροῦντες πολλῷ, πυώδεα
κατὰ κοιλίην προΐενται. 440. Τοῖσιν ἧπαρ ἐξαπίνης περιωδυνοῦσι
πυρετὸς ἐπιγενόμενος λύει. 441. Ὅσοι δὲ ἀφρῶδες αἷμα
πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι,
καὶ θνήσκουσιν. 442. Οἷσιν ἧπαρ καυθεῖσιν οἷον ἀμόργη ἔρχεται,
θανάσιμον.
Coa praesagia. Hippocrates. ed. Émile Littré. Paris. 1846.
Funding provided by Andrew W. Mellon Foundation.