ΠΡΟΡΡΗΤΙΚΟS Α.
ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί
εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν
τεταρταίοισιν ἀρχομένοισιν.
μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖσι προειρημένοισιν.
δασεῖαι γλῶσσαι καὶ κατάξηροι, φρενιτικαί.
ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν, ἐνηωρημένα, ἐφιδρῶντα, φρενιτικά.
φρενιτικά.
περιψυχθέντος, κακὸν, ἄλλως τε καὶ ἢν ἐφιδρῶσιν.
προεξαδυνατησάντων παραφροσύναι, κάκισται, οἷον καὶ Θρασύνοντι.
ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα, μετὰ κωφώσιος, ἀγρύπνῳ,
ταχὺ ἐκμαίνει.
ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριοι.
φρενιτικοῖσιν ἐν ἀρχῇσι τὸ ἐπιεικὲς, πυκνὰ δὲ μεταπίπτειν, κακὸν
τὸ τοιοῦτον· καὶ πτυελισμὸς κακόν.
λευκὴ διαχώρησις, κακὸν, ὡς καὶ τῷ Ἀρχεκράτει· ἦρά γε ἐπὶ τούτοισι
καὶ νωθρότης γίνεται; ῥῖγος ἐπὶ τουτέοισι κάκιστον.
ἐξισταμένοισι μελαγχολικῶς, οἷσι τρόμοι ἐπιγίνονται, κακόηθες.
ἔχοντα, μανικὰ, οἷον καὶ ἡ τοῦ Ἑρμοζύγου, ἐκμανεῖσα ὀξέως, ἄφωνος,
ἀπέθανεν.
μετὰ ἀμβλυωγμοῦ, καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος,
ἐξίστανται μελαγχολικῶς.
γλώσσης σπασμοὶ τρομώδεες, καὶ αὗται τρομώδεες γενόμεναι, ἐξίστανται· σκληρυσμὸς τουτέοισιν ὀλέθριον.
γλῶσσαι, σημεῖον οὐχ ἱδρυμένης γνώμης.
τοῖσι χολώδεσι διαχωρήμασι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, ἄλλως
τε καὶ ὀσφὺν προηλγηκότι καὶ παρενεχθέντι.
κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην σημαίνει.
ἀφωνίαι, κάκιστον.
πρόχειρον, πονηρόν· ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;
μετὰ καταψύξιος οὐκ ἀπυρέτῳ, ἐφιδρώοντι τὰ ἄνω, δυσφορίαι
φρενιτικαὶ, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι.
ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα, σπασμώδεα.
μὴ ὑπομνησάντων, ὀλέθρια· ἦρά γε τουτέοισιν οὐρέεται, οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας;
ἆρά γε ἄφωνοι τελευτῶσιν;
πτυελίζοντα, μέλανα ἀνεμεῖται.
οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι
τουτέοισιν ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις·
τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαινει γίνεσθαι· οἶμαι δὲ,
καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ
ἀπέθανεν.
κακόν.
πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ.
νωθρότητες, οὐ πάνυ παρ᾿ ἑωυτοῖσιν.
παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι
πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνημίην
πόνοι ἐν τουτέοισι γνώμης παράφοροι.
ἐναιωρηθῇ τι τῷ οὔρῳ, καὶ ὅσα ἄλλα κατ᾿ αὐτὸ γίγνεται παρακρουστικὰ
σημεῖα, καὶ οἷα περὶ ἤχους τοιαῦτα.
κοπώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ,
οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι.
κεφαλὴν, ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ᾿ οὔροισι
μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα, κακόν.
παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι, μὴ ἐούσης κενεαγγείης, κακόν.
κακόν.
καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν· ἦρά γε τουτέοισι τρομώδεα
γίγνεται; καὶ ἡ φωνὴ δὲ, ὡς ἐν ῥίγει;
ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ ἡ τοιαύτη, πονηρόν.
ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.
φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν.
κλαγγώδης, πονηρόν.
μὴ σύνηθες καὶ ὑγιαίνουσιν· πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν.
τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά.
ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα, κακόν·
κακὸν δὲ καὶ οὖρα τὰ τοιαῦτα· ἆρα τουτέοισιν ἧπαρ ἐπώδυνον;
ὀλέθριον.
ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες.
λυθεῖσα ἐν ὀξέσι, κακόν.
ὀξέσι γιγνόμενος, φλαῦρος.
καὶ τὰ ἐρυθρὰ ἐκ τουτέων ἐπανθίσματα, κατεχόμενα, καὶ τὰ ἰώδεα, πονηρά· καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας.
ἰόντων.
κακόν· καὶ τὰ ἐπιῤῥιγώσαντα ἐκ τουτέων, κακά.
ἆρά γε πανταχοῦ κακόν;
κακὸν δὲ καὶ λήθη.
κακαί.
κακόν· ἐπὶ τουτέοισιν ἐν πλευρῷ καῦμα ὀδυνῶδες, καὶ τὸ
ἐπιῤῥιγῶσαι, κακόν.
καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ᾿ ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ
τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται.
ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν.
ἀναδρομὴ, ὀφθαλμῶν ἴλλωσις, κακόν.
ἱδρυνθεῖσα σὺν νωθρότητι, κακόν· ἐπιπυρετήναντες οὗτοι, καυστικοὶ ὀξέως, ἀποθνήσκουσιν.
παράφοροι, καθ᾿ ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ, κεκλεισμένον,
τούτους μὴ φαρμακεύειν, ὀλέθριον γάρ· μηδὲ τοὺς
ἐποιδέοντας, σκοτώδεας, ἐν τῷ πλανᾶσθαι ἐκλείποντας, ἀποσίτους,
ἀχρόους· μηδὲ τοὺς ἐν πυρετῷ κωματώδει κατακεκλασμένους, ὀλέθριον
γάρ.
κακόηθες, καί τι ἀσθματῶδες· ἆρά γε ἐξαίφνης οὗτοι
τελευτῶσιν, ὡς καὶ Λύσις ἐν Ὀδησσῷ; τουτέῳ καὶ οὖρα ἐζυμωμένα
ἐγένετο βιαίως, καὶ ἔρευθος.
μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ καὶ οἷσιν ἐκμανῆναι ἐλπίς.
πυρετοὶ, κακοήθεες.
μετὰ σκληρυσμοῦ, σημεῖον ὀλέθριον.
λεπτὰ, μὴ αἰσθανομένῳ, διιέναι, ἐόντι παρ᾿ ἑωυτῷ, κακὸν, οἷον
τῷ ἡπατικῷ.
τε καὶ ἢν ἐπαγρυπνῶσιν· μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον.
κώφωσις, καὶ ἐς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.
ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν, ἄλλως
τε καὶ ἢν κάτοχοι γένωνται.
ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷόν τι ἐπεπόνθει καὶ ὁ
Νουμηνίου υἱός.
πυρετώδεες, φρικώδεες, ἀνεμέουσαι ὑδατώδεα, λεπτὰ, πλέονα, παρενεχθεῖσαι, ἄφωνοι, ἐμέσασαι μέλανα τελευτῶσιν.
κατάκλεισις, ἐν ὀξέσι, κακόν.
ἀνημέτοισιν, ὀσφυαλγέσιν, ἢν θρασέως παρακρούσωσιν, ἐλπὶς
μέλανα διελθεῖν;
πνιγώδης, ὀλεθρίη ὀξέως.
φωνὴ πνιγώδης, ὁ σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῶν τελευτῶν,
ὡς συσπῶντός τινος, τὸ πνεῦμα γίνεται.
κατόχως παρακρούοντες, κοιλίης ἀπολελαμμένης, ὄμμα θρασύνοντες,
ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.
διαστροφῇ, πυρετώδει, κοπιώδει, ῥῖγος ὀλέθριον· καὶ οἱ κωματώδεες
ἐν τουτέοισι, κακόν.
ὀδύναι, ἀναύδως, ἱδρῶτι λυόμεναι, κακοήθεες· τουτέοισιν ἐς
ἰσχία ἀλγήματα ἅμα καυσώδει πυρετῷ, καὶ ἢν κοιλίη καταῤῥαγῇ,
ὀλέθριον.
καυστικὰ, μεμωρωμένα, κάτοχα, ποικίλλοντα, ὑποχόνδρια,
καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, ἐφιδρῶσιν,
ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα, καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα
σημαίνει; καὶ κοιλίη δὲ ἔπαφρα χολώδεα προσδιέρχεται· τὸ λαμπῶδες
ἐν τούτοισιν ὠφελέει οὐρηθὲν, κοιλίη δὲ τούτοισιν ἐπιταράσσεται.
παροξύνεται.
πυρετώδεες, χαλῶντα ὑπὸ σφᾶς, ἐπανιέντα, χρονιώτερον· ἐπιῤῥιγῶσαι τουτέοισιν, οὐ πονηρόν.
τραχήλου ὀδυνώδεες, ὑπόκωφοι, οὐρέοντες μέλανα δεδασυμένα,
οἷσι ταῦτα, μέλανα προσδέχεσθαι ἥξειν, ὀλέθριον.
μετ᾿ ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριαι.
ἐπὶ πτύσεσι χολώδεσιν, ἀλόγως ἀφανισθὲν, ἐξίστανται.
ἄχολα, ἐξίστανται· τὰ τοιαῦτα διασωζόμενα μακροτέρως διανοσέει.
Ἦρά γέ εἰσιν αἱ ἄχολοι περιπλύσιες εὐηθέστεραι, καὶ τὸ φυσῶδες
ὄγκῳ προσωφελέει;
χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες, οἷον καὶ τῷ Ἀσπασίου
υἱῷ· τὸ ἐπιῤῥιγοῦν τουτέοισιν ὀλέθριον· ἐκ τουτέων σπασμώδης
γενηθεὶς, καὶ ἐμφυσηθεὶς, μακρότερον διανοσήσας, στόματι
σῆψις χλωρὴ ἐπεγένετο.
ἀλγήματα, πρὸς ὑποχόνδριον γριφώμενα, ἀποσιτικὰ ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει.
ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖς ὕπνοις ἔστιν ὅτε οὖρα ὑφ᾿ ἑωυτοὺς
χαλῶντες, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας.
ἐφιδρῶντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως περιψύχοντες, διὰ ταχέων
περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.
ἐπιφόροισι κεφαλαλγικὰ, καρώδεα μετὰ βάρεος γινόμενα, φλαῦρα,
ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει.
τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ τῇ Θρασύνοντος ἀνεψιῇ.
τουτέοισιν ἡ κρίσις ἐπιῤῥιγώσασιν· οὗτοι ἐπιῤῥιγέουσι, περὶ κοιλίην
καύματι προκληθέντες.
καὶ καρδιαλγικῷ, μετὰ ἐναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες.
κενῇσιν ἐξαναστάσεσι, καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες, κοπιώδεες,
ἐν στρώμασι καὶ ἱματίοισι ὀδυνώδεες, τὰ ἐκ τουτέων
αὐξανόμενα δύσκολα· ὕπνος πολὺς ἐν τουτέοισι σπασμώδης, καὶ τὰ ἐς
μέτωπον ἀλγήματα βαρέα, καὶ οὔρησις δυσκολαίνουσα.
οὔρου ἐπίστασις, οἷσι ῥίγεα ἐπὶ τοῖσι σπασμώδεσιν, οἷον καὶ αὐτὴ
φρίξασα ἐφίδρωσεν.
καὶ τὰ παρ᾿ οὖς ἀνίστανται.
ἐπεγέρσιες σπασμώδεες, ἄλλως τε καὶ μεθ᾿ ἱδρῶτος.
αἱ τραχήλου καὶ μεταφρένου καταψύξιες, δοκέουσαι καὶ ὅλου τοῦ
σώματος, ἐν τούτοισι δὲ καὶ ἀφρώδεες οὐρήσιες, ἅμα ἀψυχίῃ καὶ
ὀμμάτων ἀμαύρωσις, σπασμὸν ἐγγὺς σημαίνει.
ἀλγήματα μετὰ τραχήλου, σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, καὶ
κατὰ φάρυγγα, ἦχοι συχνοὶ, σιελίζοντες, ἐν τουτέοισιν οἱ έν ὕπνοισιν ἱδρῶτες, ἀγαθοί· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι
πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι, τούτοισιν εὔφοροι.
σπασμώδεες.
περιψύχοντα οὐκ ἀπύρως, φλαῦρα· τὰ ἐπὶ τούτοισι ῥίγεα, [κύστιν
καὶ κοιλίην] ἐπιλαμβάνοντα, ὀδυνώδεα· ἦρα τὸ κωματῶδες
τουτέοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.
ὀξέσιν ἐμετωδέως ἑλκόμενα, φλαῦρα, καὶ αἱ λευκαὶ διαχωρήσιες, δύσκολοι· ἄγλισχρα ἐκ τουτέων διεξελθόντα, ἐξίστανται καύματι
πολλῷ· ἆρα ἐκ τουτέων κωματώδεες, νωθροὶ ἐπιγίνονται; τὰ ἐκ
τοιουτέων μακροτέρως ἐπινοσέει· ἦρά γε περὶ κρίσιν οὗτοι βηχώδεες,
δύσπνοοι;
παραλύσαντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά·
ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιουτέων
ποικίλως διανοσέουσι, διὰ τῶν αὐτῶν ἰόντες.
ἀπύρως σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.
ἀποληφθεῖσα; ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες·
τὰ ναρκωδέως ἐν τούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια·
ἦρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;
πληγῆναι, ἢ τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇσι;
ἱδρῶτι πτύελα παραῤῥέοντα πυρετώδει ἐόντι, εὐήθεα· ἦρά γε τουτέοισιν
ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; οἴομαι δὲ τουτέοισιν
ἐς ἄρθρον ἀπόστημα ἔσεσθαι.
παρακρούοντα, μελαγχολικά· ἢν δὲ καὶ ἀπὸ γυναικείων ᾖ, θηριώδεα·
ἐπὶ πλέον δὲ ταῦτα ξυμπίπτει· ἦρά γε καὶ σπασμώδεες αὗται;
ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες; οἷον τῇ τοῦ σκυτέως θυγατρί· ἤρξατο γυναικείων παρεόντων.
ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν· ἀτενέως; οὔτε παρ᾿ ἑωυτοῖσίν
εἰσι, διανοσέουσί τε μακροτέρως.
κακὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέειν, καὶ
τὰ καθ᾿ ὑποχόνδριον ὡσαύτως, ἐφιδρῶντι δὲ, κάκιον.
ἐκ ῥινῶν μικροῖς. ἱδρῶσιν περιψυχόμενα κακοήθεα.
αἱμοῤῥαγίην μελάνων δίοδος, κακόν· πονηρὰ δὲ καὶ τὰ ἐξερυθρώδεα·
ἦρά γε τεταρταίοισι ταῦτα αἱμοῤῥαγέει; κωματώδεες,
ἐκ τοιουτέων σπασμῷ τελευτῶσιν, ἄρα μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης.
τρώματα, κακοήθεα; οὗτοι διαλεγόμενοι λαθραίως τελευτῶσιν.
ὀξέσι, κώφωσις, κακόν· αἵματος διαχώρησις ἐν τουτέοισιν ὀλέθριον,
κώφωσιν δὲ λύει.
σημεῖα αἱμοῤῥώδεα, οἶμαι δὲ καὶ προγενόμενα.
χρόνοισιν αἱμοῤῥαγεῦντα, διψώδεα, ἐκχλοιούμενα,
μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικὰ τελευτᾷ.
ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα,
αἱμοῤῥαγήσει λαύρως· ἦρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;
κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ.
κρισίμοισι περιψύξεσι τῶν αἱμοῤῥαγιῶν αἱ νεανικαὶ, κάκισται.
ἄλλως τε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ.
ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμοῤῥαγεῖ, ἄλλως τε καὶ ἤν
τι προεῤῤυήκῃ· ἆρά γε καὶ φρίξαντα;
τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμοῤῤαγικά.
ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος, ἢ ἀσκαρίδες, ἢ ἀμφότερον;
ναρκώδεες, καρδιαλγικοὶ, ἰχωρώδεες, αἱμοῤῥαγέουσι λάβρως,
καὶ κοιλίη καταῤῥήγνυται· τούτοισι γνῶμαι ταραχώδεες ὡς ἐπιτοπουλύ.
συχνῶν διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥαγέουσιν, οὗτοι κοιλίην ὀδυνώδεες, ἅμα δὲ τῇσι φύσῃσιν εὔφοροι· ἦρά γε οἱ τοιοῦτοι
ψυχροῖσιν ἐφιδροῦσι πολλοῖσιν; τὸ ἀνατεταραγμένον ἐν τουτέοισιν
οὖρον οὐ πονηρὸν, οὐδὲ τὸ ὑφιστάμενον γονοειδές· ἐπίσυχνον δὲ
οὗτοι ὑδατώδεα οὐρέουσιν.
καὶ νωθρίῃ μικρὰ ᾖ ἀπόσταξις, ἔχει τι δύσκολον· ἔμετος
τουτέοισι ξυμφέρει καὶ κοιλίης ταραχή.
πυρετοὶ κοπιώδεες, γυναικεῖα κατατρέχει· τράχηλος δ᾿ ἐν τούτοισιν
ὀδυνώδης, αἱμοῤῥαγικόν.
τὰ ἠχώδεα αἱμοῤῥαγέει, ἢ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ
ἢν κατὰ ῥάχιν καῦμα παρακολουθήσῃ· ἴσως δὲ καὶ δυσεντερικόν.
λαῦρα, βίῃ ἀποληφθέντα, ἔστιν οἷσι σπασμοὺς προσάγεται,
φλεβοτομίη λύει.
ὑπόξανθοι, γλίσχραι, ἔχουσαι μικρὰ κοπρώδεα μεθ᾿
ὑποχονδρίου ἀλγήματος καὶ πλευροῦ, ἰκτεριώδεες· ἦρά γε, ἐπιστάντων
τούτὼν, ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥαγέειν τουτέους·
τὰ γὰρ ἐς ὀσφὺν ἀλγήματα ἐν τουτέοισιν, αἱμοῤῥαγικά.
πρὸς αὐγὰς ὀχλέοντα, αἱμοῤῥαγικά.
στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν ἐπιστάξῃ.
παραλόγως ἀγρυπνέοντα, αἱμοῤῥαγήσειν οἴομαι.
ἀρχῆς αἱμοῤῥαγίαι λαῦραι, ῥῖγος ἵστησιν.
ῥίγεα, μακρά.
καὶ ὅλου δέ τις ἀκράτεια τοῦ σώματος τρομώδης, αἱμοῤῥαγίαι
λύουσιν· ἀτὰρ καὶ οὕτω χρόνῳ λύεται.
παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι
ὧδε, πονηρόν.
οὐ πάνυ αἰσθανόμενα, οἷσι λύγγες, κοιλίη καταῤῥήγνυται· ἴσως
δὲ καὶ ἐπιστάσης, οὗτοι ἐκχλοιοῦνται· ἦρα τούτοισι καὶ τὰ παρὰ
τὰ ὦτα;
τε καὶ προκαρωθέντα· τὰ παρ᾿ οὖς, ἦρα ἐπὶ τούτοισιν
ἐλπίς;
ἦρα καὶ χλοιώδεες οἱ τοιοῦτοι, καὶ τὰ παρ᾿ ὦτα τουτέοισιν ὀδυνώδεα
ἐπ᾿ ὀλίγον; κοιλίη καταῤῥαγεῖσα τουτέοισιν, ὀλέθριον.
τῇσιν ἀσώδεσιν ἀγρυπνίῃσι τὰ παρ᾿ οὖς μάλιστα.
εἰλεοῖσι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ,
τὰ παρ᾿ οὖς ἐπαρθέντα κτείνει.
ἐπὶ τούτοισι μᾶλλον.
παραπληκτικοῖσιν.
κατόχως τὰ παρ᾿ οὖς ἀνίστησιν.
ἀσῶδες, κατόχως, σμικρὰ παρ᾿ οὖς ἀνίστησιν.
γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι
τὰ ἄνω, ἤ τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε καὶ κοιλίη καταῤῥήγνυται;
καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα
ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ
παρ᾿ οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε
καὶ γλῶσσα τούτοισι λείη.
ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ᾿ ὑποχονδρίων σκληρῶν
καταψυχθεῖσι, τὰ παρ᾿ ὦτα μεγάλα ἀνίσταται.
κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμικρὰ,
ἐν τούτοισι τὰ παρ᾿ οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ περὶ πρόσωπον.
ἐπιφανὲν τὰ παρ᾿ οὖς ἀνίστησιν.
ὄντα τὰ παρ᾿ οὖς λαπάσσει.
καὶ κώφωσις παρ᾿ οὖς τι ἐξερεύγεται.
μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ᾿ οὖς ἐπαίρει.
Prorrheticon I. Hippocrates. ed. Émile Littré. Paris. 1846.
Funding provided by Andrew W. Mellon Foundation.