στροφοῦντα, λιπαρὰ, ἄκρητα, ἀφρώδεα, θερμὰ, δάκνοντα, ἰώδεα, ποικίλα,
ξυσματώδεα, τρυγώδεα, αἱματώδεα, ἄφυσα, ὠμὰ, ἑφθὰ, αὖα, ἅσσα περιῤῥέοι, εὐφορίην καθορέων ἢ δυσφόρίην, πρὶν κίνδυνον εἶναι,
οἷα οὐ δεῖ παύέιν. Πεπασμὸς, κατάβασις τῶν κάτω, ἐπιπόλασις
τῶν ἄνω, καὶ τὰ ἐξ ὑστερέων, καὶ ὁ ἐν ὠσὶ ῥύπος· ὀργασμὸς, ἄνοιξις,
κένωσις, θάλψις, ψύξις, ἔσωθεν, ἔξωθεν, τῶν μὲν, τῶν δ᾿ οὔ.
Ὁκόταν ἐῃ κάτωθεν ὀμφαλοῦ τὸ στρέφον, βραδὺς, μαλθακὸς ὁ
στρόφος, ἔμπαλιν δὲ ἐς τοὐναντίον.
De humoribus. Hippocrates. ed. Émile Littré. Paris. 1846.
Funding provided by Andrew W. Mellon Foundation.