ἀγκῶνος δὲ μάλιστα ὀπίσω διὰ τὸ ναρκῶδες, δεύτερον τὸ
ἔμπροσθεν. Ἴησις ἡ αὐτή. ἐμβολαὶ δὲ τοῦ μὲν ὀπίσω, ἐκτείνοντα
κατατεῖναι· σημεῖον δὲ, οὐ γὰρ δύνανται ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν,
οὐ δύνανται ξυγκάμπτειν. Τούτῳ δὲ ἐνθέντα τι σκληρὸν συνειλεγμένον,
περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.
Vectiarius. Hippocrates. ed. Émile Littré. Paris. 1844.
Funding provided by Andrew W. Mellon Foundation.