εὀφυΐην· διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον. Ἐκπίπτει δὲ πλειστάκις
ἔσω, ἀτὰρ καὶ ἔξω, καὶ ὄπισθεν. ἐμβολαὶ δὲ, ἢ ἐκ τοῦ ξυγκεκάμφθαι,
ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν ἰγνύῃ
θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφεῖναι τὸ σῶμα, μάλιστα
ἐν τῇ τῶν ὄπισθεν· δύναται δὲ καὶ κατατεινόμενα μετρίως, ὥσπερ
ἀγκὼν, ἐμπίπτειν τὰ ὄπισθεν. Τὰ δὲ ἔνθα, ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι,
ἢ ἐκλακτίσαι, [ἢ] ἐν καταστάσει, μάλιστα δὲ αὐτὴ τὸ
ὄπισθεν· ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. Ἡ διόρθωσις ἅπασι
κοινή. Ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν ξυγκάμπτειν οὐ δύνανται,
ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ τι· μινύθει δὲ μηροῦ καὶ κνήμης
τὸ ἔμπροσθεν. Ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ
ἔξω. Ἢν δὲ ἐς τὰ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ
παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω. Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει,
κατὰ λόγον τὸν πρόσθεν.
Vectiarius. Hippocrates. ed. Émile Littré. Paris. 1844.
Funding provided by Andrew W. Mellon Foundation.