ἐμβολὴ δὲ αὐτοῦ ἥδε· κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν,
τὸ δὲ ἐναντίον ἀντωθέειν. Ἴησις δὲ ἡ προσήκουσα, τοῖσιν ὀθονίοισιν
ἐπίδεσις. Μὴ ἐμπεσὸν γὰρ ἐπιπωροῦται ἔξωθεν. Ἐκ γενεῆς δὲ ἢ
ἐν αὐξήσει ἐξαρθρήσαντα τὰ ὀστέα βραχύνεται κάτω τοῦ ὀλισθήματος·
καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ
δὲ τὰ ὀστέα μένει.
Vectiarius. Hippocrates. ed. Émile Littré. Paris. 1844.
Funding provided by Andrew W. Mellon Foundation.