πλεῖστα. Σημεῖα δ᾿ εὔσημα· ἢν μὲν ἔσω, ξυγκάμπτειν ὅλως σφῶν
τοὺς δακτύλους οὐ δύνανται· ἢν δ᾿ ἔξω, ἐκτείνειν. ἐμβολὴ δὲ,
ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δ᾿ ἀντιτείνειν,
τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθέειν πρόσω καὶ
κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον τε μαλθακὸν ὑποθεὶς, κἢν μὲν
ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. Ἴησις, ὀθονίοισιν.
Vectiarius. Hippocrates. ed. Émile Littré. Paris. 1844.
Funding provided by Andrew W. Mellon Foundation.